Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.43 Dem. 25.46 (English) >>Dem. 25.49

25.45τὸ μὲν οὖν ἐξετάζειν ἀκριβῶς οἷον ἀνάγκη τὴν φύσιν εἶναι τὸν Ἀριστογείτονι χαίροντα, ἐάσω, ἵνα μὴ πολλὰ καὶ βλάσφημʼ ἀναγκάζωμαι λέγειν καὶ διεξιέναι· ἀλλʼ ἐκεῖνο λέγω. εἰ πονηρός ἐστιν Ἀριστογείτων ἁπλῶς καὶ πικρὸς καὶ συκοφάντης καὶ τοιοῦτος οἷος ὑπισχνεῖται, δίδωμι, συγχωρῶ, Φιλόκρατες, σοὶ τῷ τοιούτῳ τὸν ὅμοιον σῴζειν· τῶν γὰρ ἄλλων ἁπάντων καὶ φρονούντων δεῖ καὶ φυλαττόντων τοὺς νόμους, οὐδὲν ἂν παρὰ τοῦτʼ οἶμαι γενέσθαι. 25.46εἰ δὲ κάπηλός ἐστι πονηρίας καὶ παλιγκάπηλος καὶ μεταβολεύς, καὶ μόνον οὐ ζυγὰ καὶ στάθμʼ ἔχων πάνθʼ ὅσα πώποτʼ ἔπραξεν ἐπώλει, τί τοῦτον, μάταιʼ, ἀκονᾷς; οὔτε γὰρ μαγείρῳ μαχαίρας οὐδέν ἐστʼ ὄφελος δήπουθεν ἥτις μὴ τέμνει, οὔτε τῷ βουλομένῳ διʼ αὑτοῦ πᾶσι πράγματα καὶ κακὰ γίγνεσθαι ταῦτʼ ἀποδωσόμενος συκοφάντης οὐδέν ἐστι χρήσιμος. 25.47ἀλλὰ μὴν ὅτι τοιοῦτος οὗτός ἐστιν εἰδότι σοι φράσω. τὴν καθʼ Ἡγήμονος εἰσαγγελίαν μέμνησαι ὡς ἀπέδοτο· τὰς κατὰ Δημάδου γραφὰς οἶσθʼ ὡς ἐξέλιπεν. τὸν ἐλαιοπώλην Ἀγάθωνα (ταυτὶ γὰρ τὰ πρώην) βοῶν καὶ κεκραγὼς καὶ ἰοὺ ἰού, πάντʼ ἄνω τε καὶ κάτω ποιῶν ἐν ταῖς ἐκκλησίαις ὡς δέον στρεβλοῦν, λαβὼν ὁτιδήποτε, παρὼν ὅτʼ ἀφίετο, ἄφωνος ἐγένετο. τὴν κατὰ Δημοκλέους εἰσαγγελίαν ἀνασείσας ποῖ ἔτρεψεν; ἄλλα μυρία, ὧν ἐμοὶ μὲν ἔργον ἁπάντων μνησθῆναι, σὺ δʼ εὖ οἶδʼ ὅτι καὶ τὰ ἀντίγραφʼ αὐτῶν ἔχεις, ἐργολαβῶν αὐτῷ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.43 Dem. 25.46 (English) >>Dem. 25.49

Powered by PhiloLogic